ΕΔΩ ΠΙΕΡΙΑ

ΕΔΩ ΠΙΕΡΙΑ

Δευτέρα 4 Ιουνίου 2012

Α Κ Ο Λ Ο Υ Θ Ι Α ΟΡΘΡΟΥ & ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ

 
Α Κ Ο Λ Ο Υ Θ Ι Α
ΟΡΘΡΟΥ & ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ
Δ Ε Υ Τ Ε Ρ Α
Μ Ε Τ Α   Τ Η Ν
Π Ε Ν Τ Η Κ Ο Σ Τ Η Ν
Τ Ο Υ  Α Γ Ι Ο Υ   Π Ν Ε Υ Μ Α Τ Ο Σ
αὐτὸ τὸ πανάγιον, καὶ ζωοποιόν, καὶ παντοδύναμον ἑορτάζομεν Πνεῦμα, τὸν ἕνα τῆς Τριάδος Θεόν, τὸ Ὁμότιμον, καὶ Ὁμοούσιον, καὶ Ὁμόδοξον τῷ Πατρὶ καὶ τῷ Υἱῷ.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

ὁ Ἱερεὺς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀναγνώστης: μήν.
ὁ Προεστὼς: Δόξα σοι ὁ Θεός, δόξα σοι.
Βασιλεῦ οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν, ὁ θησαυρός τῶν ἀγαθῶν καὶ ζωῆς χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος καὶ σῶσον, Ἀγαθὲ τὰς ψυχὰς ἡμῶν.
Ἀναγνώστης: Ἀμήν. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (ἐκ γ')
Δόξα Πατρὶ... Καὶ νῦν...
Παναγία Τριάς, ἐλέησον ἡμᾶς.
Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν,
Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν.
Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν,
ἕνεκεν τοῦ ὀνόματός σου.  
Κύριε, ἐλέησον, Κύριε, ἐλέησον, Κύριε, ἐλέησον. 
Δόξα Πατρί.... Καὶ νῦν...
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τόν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
ὁ Ἱερεὺς: Ὅτι σοῦ ἐστιν ἡ βασιλεία...
ὁ Ἀναγνώστης: μὴν.
Τροπάρια
Σῶσον, Κύριε, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς βασιλεῦσι, κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων, διὰ τοῦ Σταυροῦ σου πολίτευμα.
Δόξα Πατρὶ...
ὑψωθεὶς ἐν τῷ Σταυρῷ ἑκουσίως, τῇ ἐπωνύμῳ σου καινῇ πολιτείᾳ, τοὺς οἰκτιρμούς σου δώρησαι, Χριστὲ ὁ Θεός, εὔφρανον ἐν τῇ δυνάμει σου, τοὺς πιστοὺς βασιλεῖς ἡμῶν, νίκας χορηγῶν αὐτοῖς, κατὰ τῶν πολεμίων, τὴν συμμαχίαν ἔχοιεν τὴν σήν, ὅπλον εἰρήνης, ἀήττητον τρόπαιον.
Καὶ νῦν... Θεοτοκίον
Προστασία φοβερὰ καὶ ἀκαταίσχυντε, μὴ παρίδῃς, ἀγαθή, τὰς ἱκεσίας ἡμῶν, πανύμνητε Θεοτόκε, στήριξον ὀρθοδόξων πολιτείαν, σῷζε οὓς ἐκέλευσας βασιλεύειν, καὶ χορήγει αὐτοῖς οὐρανόθεν τὴν νίκην, διότι ἔτεκες τὸν Θεόν, μόνη εὐλογημένη.
·               λέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.
ὁ Χορὸς: Κύριε, ἐλέησον (γ').
·               τι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων Χριστιανῶν.
ὁ Χορὸς: Κύριε, ἐλέησον (γ').
·               τι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν,(δεῖνος), καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
ὁ Χορὸς: Κύριε, ἐλέησον (γ').
τι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας τῶν αἰώνων.
Ἀναγνώστης: μήν. ν ὀνόματι Κυρίου, εὐλόγησον, Πάτερ.
Ἱερεὺς: Δόξα τῇ ἁγίᾳ καὶ ὁμοουσίῳ, καὶ ζωοποιῷ καὶ ἀδιαιρέτῳ Τριάδι, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης: μήν.